Βίος Νείλου του Νέου

Στάση των κατοίκων του Ροσσάνο (965-966)

ἐκράτει ποτὲ ἀμφοτέρων τῶν χωρῶν, Ἰταλίας τε καὶ τῆς καθ’ ἡμᾶς Καλαβρίας Νικηφόρος ὁ μάγιστρος· πρῶτος καὶ μόνος τῷ μεγίστῳ ἀξιώματι τούτῳ παρὰ τῶν εὐσεβῶν βασιλέων ἐπὶ ταῖς ῥηθείσαις χώραις ἀποσταλείς. Ὥστε ὁ μάγιστρος τῇ μεγαλοφυΐᾳ καὶ τῇ ἀξίᾳ νικώμενος, βουλὴν ἐβουλεύσατο ταῖς μὲν ἀνθρωπίναις ἐννοίαις ἀπόδεκτον, καὶ δοκοῦσαν ὠφέλιμον, τῷ θεϊκῷ δὲ βουλήματι ἀνθισταμένην, καὶ μηδόλως εὐπρόσιτον, ὡς τὸ τέλος ἀπέδειξεν. Ἐλογίσατο γὰρ ἐφ’ ἑκάστῃ τῶν τῆς Καλαβρίας πόλεων κατασκευάσαι τὰ λεγόμενα χελάνδια, καὶ δι’ αὐτῶν οὐ μόνον ἑαυτὰς φυλάττειν ἀσφαλεστάτας καὶ ἀνεπιβουλεύτους, ἀλλὰ καὶ τὴν γείτονα καὶ ἐχθρὰν Σικελίαν ἀφανισμῷ παραδοῦναι. Τοῦτο δὲ μὴ ἐνεγκόντες οἱ πάροικοι Ροσιάνου, ὡς ἀσυνήθεις ὅντες τοῦ χελανδίοις δουλεύειν, μετὰ τὸ ἤδη ταῦτα κατασκευάσαι, καὶ μέλλειν τοῖς τῆς θαλάσσης νώτοις ἐπιβιβάζειν, ζήλου θερμότητι ἀναφθέντες ᾧπερ ἀεὶ νικῶνται ὑπὲρ πάντας Καλαβριώτας· παμπληθεὶ ὁρμήσαντες μετὰ πυρὸς καὶ μεγίστου θορύβου τά τε πλοῖα κατέκαυσαν, καὶ τοὺς πρωτοκαράβους ἐκεφαλαίωσαν.

Άνοιγμα συνδέσμου σε νέο παράθυρο

 

Άνοιγμα συνδέσμου σε νέο παράθυρο

 

Άνοιγμα συνδέσμου σε νέο παράθυρο

 

Σχολιάστε

Top