Ιστορία και έπαινος των αγίων Σάβα και Μακαρίου των Νέων εκ Σικελίας

Σικελιώτες στην Καλαβρία (μέσα 10 αι.)

ἐπιστρατευσάντων γὰρ ἐκείνων πάσῃ τῇ χώρᾳ καὶ τὰ κατ᾿ αὐτὴν πάντα ληϊζομένων, λιμός τις πικρότατος οὐ μόνον τοῖς ἐν πόλεσι κατοικοῦσι ἀλλὰ καὶ τοῖς ἐν ὄρεσι διαιτωμένοις ἐνέσκηψε. καὶ ἦν ἰδεῖν τραγῳδίαν φρικτὴν καὶ πᾶσαν συμφορὰν ἀποκηρύττουσαν· πολλοὶ γὰρ τῶν χριστιανῶν κατ᾿ ἐκεῖνο καιροῦ βρῶμα τὰς τῶν φιλτάτων παίδων ἐποίησαν σάρκας· [...]

ἀλλὰ καὶ παῖδες δυστυχῶν γονέων σαρκὸς ἀπεγεύσαντο καὶ ἀδελφῶν ἀδελφοί·

[...]

τοῦ λιμοῦ δυναστεύοντος, καὶ ἡ φύσις καθ᾿ ἑαυτῆς ἐχώρει καὶ ἑαυτὴν κατεβόσκετο· καὶ τὸ τοιοῦτον ἄγος εἶδε παρὰ τοῖς ὁρίοις ἐκείνοις ὁ ἥλιος.

 

Τότε δὴ ὁ πανίερος οὑτοσὶ Σάβας οὐ τοῖς οἰκείοις μόνον ἀλλὰ καὶ πολλοῖς ἄλλοις τὴν σωτηρίαν ἐπραγματεύσατο· δι᾿ ἐρήμων ὀρέων διαβιβάσας αὐτούς, καὶ καρτεροῖς ἐγκατοικίσας Ἐρύμασι, καὶ τὴν πληθὺν ἐκεῖσε καταλιπὼν τοῦ λαοῦ, διαποντίῳ πορείᾳ μετὰ τῶν αὐτοῦ γεννητόρων τὴν Καλαβρίαν καταλαμβάνει·

Άνοιγμα συνδέσμου σε νέο παράθυρο

Άνοιγμα συνδέσμου σε νέο παράθυρο

Άνοιγμα συνδέσμου σε νέο παράθυρο

Σχολιάστε

Top